Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.36 | Dem. 20.40 (English) | >>Dem. 20.43 |
20.39ὅτι νὴ Δίʼ ἦσάν τινες τῶν εὑρημένων ἀνάξιοι . ἐὰν οὖν εἴπῃ πρὸς ταῦτʼ ἐκεῖνος “καὶ γὰρ Ἀθηναίων τινὲς ἴσως φαῦλοι , καὶ οὐ διὰ ταῦτʼ ἐγὼ τοὺς χρηστοὺς ἀφειλόμην , ἀλλὰ τὸν δῆμον νομίζων χρηστὸν πάντας ἔχειν ἐῶ ,” οὐ δικαιότερʼ ἡμῶν ἐρεῖ ; ἐμοὶ γοῦν δοκεῖ . παρὰ πᾶσι γὰρ ἀνθρώποις μᾶλλόν ἐστιν ἔθος διὰ τοὺς εὐεργέτας καὶ ἄλλους τινὰς εὖ ποιεῖν τῶν μὴ χρηστῶν ἢ διὰ τοὺς φαύλους τοὺς ὁμολογουμένως ἀξίους χάριτος τὰ δοθέντʼ ἀφαιρεῖσθαι .
20.40καὶ μὴν οὐδʼ ὅπως οὐκ ἀντιδώσει τῷ Λεύκωνί τις , ἂν βούληται , δύναμαι σκοπούμενος εὑρεῖν . χρήματα μὲν γάρ ἐστιν ἀεὶ παρʼ ὑμῖν αὐτοῦ , κατὰ δὲ τὸν νόμον τοῦτον , ἐάν τις ἐπʼ αὔτʼ ἔλθῃ , ἢ στερήσεται τούτων ἢ λῃτουργεῖν ἀναγκασθήσεται . ἔστι δʼ οὐ τὸ τῆς δαπάνης μέγιστον ἐκείνῳ , ἀλλʼ ὅτι τὴν δωρειὰν ὑμᾶς αὐτὸν ἀφῃρῆσθαι νομιεῖ .
οὐ τοίνυν , ὦ ἄνδρες Ἀθηναῖοι , μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν , ᾧ φιλοτιμίας ἕνεχʼ ἡ περὶ τῆς δωρειᾶς σπουδὴ γένοιτʼ ἄν , οὐ χρείας , ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ πράττων , εἰς δέον δὲ νῦν γέγονʼ αὐτῷ τὸ λαβεῖν παρʼ ὑμῶν τὴν ἀτέλειαν . τίς οὖν οὗτός ἐστιν ; Ἐπικέρδης ὁ Κυρηναῖος , ὅς , εἴπερ τις ἄλλος τῶν εἰληφότων , δικαίως ἠξιώθη ταύτης τῆς τιμῆς , οὐ τῷ μεγάλʼ ἢ θαυμάσιʼ ἡλίκα δοῦναι , ἀλλὰ τῷ παρὰ τοιοῦτον καιρὸν ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων ἔργον ἦν εὑρεῖν ἐθέλοντά τινα ὧν εὐεργέτητο μεμνῆσθαι .
20.41
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.36 | Dem. 20.40 (English) | >>Dem. 20.43 |